Ancient Greek · ~3 min
Section 11
Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali 11
Not analysed yet
Ὁρᾷς, ὡς ἐξ ἐκείνου, ὁ μὲν αὐτῶν ἐχωρίζετο καὶ τῆς Ἰουδαϊκῆς ἀνεχώρει μιαιφονίας, συνήπτετο δὲ τοῖς μαθηταῖς, ἅμα αὐτοῖς τὴν ἐπιθυμητὴν ἑορτὴν πανηγυρίζων; Οὐκοῦν καὶ ἡμῖν τὸ Πάσχα σὺν Χριστῷ βρωτέον, καθαιροῦσι μὲν τῆς ἑαυτῶν διανοίας πᾶσαν ζύμην κακίας καὶ πονηρίας, ἀζύμων δ' ἀληθείας καὶ εἰλικρινείας ἐμπιπλαμένοις, ἔχουσιν ἐν ἑαυτοῖς ἔνδον ἐν τῇ ψυχῇ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὴν ἀληθῆ περιτομὴν, καὶ τοῦ τυθέντος ὑπὲρ ἡμῶν προβάτου τῷ αἵματι τὰς τῆς διανοίας ἡμῶν φλιὰς περιχρίουσιν εἰς ἀποτροπὴν τοῦ καθ' ἡμᾶς ὀλοθρευτοῦ. Καὶ τοῦτο οὐ πρὸς μίαν περίοδον τοῦ παντὸς ἔτους, ἀλλὰ καὶ δι' ἑβδομάδος ἁπάσης. Παρασκευὴ μὲν ἡμῖν ἔστω νηστεία, πένθους σύμβολον, τῶν προτέρων ἡμῖν χάριν ἁμαρτημάτων, καὶ μνήμης ἕνεκα τοῦ σωτηρίου πάθους.