Ancient Greek · ~43 min
Fragment 12
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 12.1
Not analysed yet
. . . . . ἐπεὶ δὲ καὶ περὶ τοῦ τόπου ἒχρησεν ὁ τοῦ θεοῦ λόγος, φέρε ἲδωμεν τὰς αὐτοῦ περὶ τούτου φωνάς. οὐ φέροντες αὐτοῦ τὴν σεμνὴν διδασκαλίαν οὐδὲ τὴν παρρηςίαν καὶ τοῦς ἐλέγχους οἱ τῶν Ἰουδαίων ἂρχοντες τῆς πόλεως ἀπαλλαγῆναι ἐποίουν. ὁ δὲ ἀναχωρῶν τῶν Ἱεροσολύμων τοιάσδε προήκατο κατὰ τῆς πόλεως φωνάς· »Ἱερουσαλὴμ Ἱερουσαλὴμ ἡ ἀποδτείνουσα τοῦς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποςάκις ἠθέλησα ἐπισυναγαεῖν τὰ τέκνα σου, ὃν τρόπον ὂρνις ἐπισυνάγει τὰ νόσσια αὐτῆς ὑπὸ τὰς πτέρυγας καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἒρημος. λέγω γὰρ ὑμῖν, οὐ μὴ ἲδητε ἀπ᾿ ἂρτι ἓως ἂν εἲπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. «μιάσματος γὰρ ἐναγοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ δρασθέντος ὑπ᾿ αὐτῶν, —τοῦτο δ᾿ ἦν τὸ τολμηθὲν αὐτοῖς ἂγος κατὰ τοῦ σωτῆρος —,ἐχρῆν δήπου μὴ μόνον τοῦς τῆς πόλεως οἰκήτορας, ἀλλὰ καὶ αὐτὸ τὸ ἒδαρος, ἐφ᾿ ᾧ μέγα ἐφρόνουν, τἀπίχειρα ὦν ἔδρασαν οἱ οἰκήτορες παθεῖν, ἅ δὴ καὶ πεπόνθασιν οὐκ εἰς μακράν, Ῥωμαίων ἐπελθόντων τῇ πόλει καὶ τῶν οἰκητόρων τοὺς μὲν πολέμου νόμῳ κατασφαξάντων, τοὺς δ’ αἰχμαλώτους ἀπαγαγόντων, τοὺς δὲ λιμῷ διαφθειράντων, τοὺς δ’αἰχμαλώτων καὶ εἰς πάντα τόπον διασκεδασάντων, τὸν δ’οἶκον αὐτῶν καὶ τὸν νεὼν ἐμπρησάντων εἰς ἔσχατά τε ἐρημίας περιβαλόντων. ἀλλὰ γὰρ τούτων ἐν τοῖς μετὰ ταῦτα χρόνοις γενομένων προλαβὼν ὁ σωτὴρ τὸ μέλλον τῇ προγνώσει οἶα θεὸς λόγος τὰ συμβησόμενα προαγορεύει διὰ τῶν προκειμένων. τέκνα δὲ τῆς πόλεως ὀνομάζει τὸ Ἰουδαίων πᾶν ἔθνος, ἔθνος, οἶκον δὲ αὐτῶν ἀποκαλεῖ τὸν νεών. εἶτα μαρτύρεται ὅτι παρὰ τὴν αὐτῶν αἰτίαν τὰ σκυθρωπὰ αὐτοὺς μετελεύσεται, ἐπειδήπερ αὐτὸς μὲν πολλάκις ἐπισυναγαγεῖν αὐτῶν τὰ τέκνα ὑπὸ τὸν τῆς θεοσεβείας ζυγὸν βεβούληται, οἶα τοῦ παντὸς προῶν καὶ ἐξ αἰῶνος πρόνοιαν αὐτῶν πεποιημένος δἰ ἑκάστου τε προφήτου καὶ καθ’ ἑκάστην γενεὰν ἐπιστρέφων αὐτοῦς καὶ ἀνακαλούμενος, οἱ δὲ οὐκ ἤθελον ὑπακοῦσαι τῇ κλήσει, οὖ δὴ χάριν τὴν κατ’ αὐτῶν ἀπόφασιν προεδὲ ἀκριβῶς οὐ τὴν πόλιν ἔρημον ἔσεσθαί φησιν, ἀλλὰ τὸν ἐν αὐτῇ οἶκον, δηλαὴ τὸν νεών, ὅν οὐκέτι ἑαυτοῦ οὐδὲ τοῦ θεοῦ οἶκον βούλεται χρηματίζειν, ἀλλ’ αὐτῶν εἶναί φησιν. ἔρημον δὲ αὐτὸν ἔσεσθαι θεσπίζει οὐκ ἄλλως ἢ ὑπὸ τῆς πρότερον ἐπισκοπούσης αὐτὸν προνοίας καταλειφθησόμενον, δι’ ὅ εἶπεν· »ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«. καὶ δὴ θαυμάσαι ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτι δὴ μηδ’ ἄλλοτε πώποτε τοσαύτην ὑπέμεινεν ἐρημίαν ὁ τόπος οὐδ’ ὅτε διὰ τὰς ὑπερβαλλούσας αὐτῶν δυσσεβείας καὶ εἰδωλολατρείας τάς τε κατὰ τῶν προφητῶν μιαιφονίας ὑπὸ Βαβυλωίων ἥλω· ἑβδομηκος ἐγενήθη. διὸ οὐκ ἂν κυρίως ἐλέχθη αὐτοῖς τότε τὸ »ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«. οὐ γὰρ ἀφείθη, ἔτυχε δὲ ἐπισκοπῆς μετ’ οὐ πολὺν χρόνον, καθ’ ὅν ὃν ἀνανεώσεως μείζονος ἢ κατὰ τὴν προτέραν ἠξιώθη, ὡς προειπεῖν τινα τῶν προφητῶν ὅτι δὴ »ἔστα ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν προτέραν«. μετὰ δὲ τὴν τοῦ σωτῆρος ἡμῶν φωνήν, ὅπως ἀφειθησαν ὅ τε οἶκος αὐτῶν διὰ τῆς τοῦ θεοῦ ἀποφασεως εἰς ἔσχατον ἐρημίας ἤλασεν, τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις ἡ ὄψις αὐτὴ τοῦ λόγου μᾶλλον δείκνυσι τὸ ἀποτέλεσμα. καὶ ὁ χρόνος δὲ πολυετὴς γεγονὼς καὶ μακρός, ὡς μὴ μόνον διπλασίονα εἲναι τῆς ἑβδομηκονταετοῦς ἐρημίας τῆς ἐπὶ βαβυλῶνι γεγενημένης, ἀλλὰ καὶ τετραπλασίονα ὑπερβαίνειν τὴν τοῦ σωτῆρος ἡμῶν ἀπόφασιν πιστοῦται. ὅτε δὲ πάλιν καὶ κατ’ ἄλλον τινὰ χρόνον ὁ μὲν σωτὴρ ἀμφὶ τὸ εἰρημένον ἱερὸν ἐβάδιζεν, οἱ δ’ αὐτοῦ μαθηταὶ τοῦ περιβόλου τὰς οἰκοδομὰς αὐτοῦ τε τοῦ ἱεροῦ τὸ μέγεθος καὶ τὸ κάλλος ὑπερθαυμάζοντες ἐδείκνυον αὐτῷ, »ὁ δὲ ἀποκριθεὶς εἲπεν εἲπεν ἐπὶ λίθον ὅς οὐ καταλυθήσεται «. καὶ ὅτι μὴν ἀξιοθέατα ἦν πάντα τὰ τῆς οἰκοδομῆς τά τε τῆς ἄλλης κατασκευῆς τοῦ αὐτόθι νεώ, δηλοῦσιν αἱ ἱστορίαι. δείγματος δὲ χάριν εἰσέτι δεῦρο λείψανά τινα πεφύλακται, δι’ ὦν τὰ ἴχνη καταλαμβάνεται τῶν πάλαι κατασκευασμάτων. πάντων δὲ θαυμασιωτέρα τυγχάνει ἡ θεϊκὴ φωνὴ τῆς τοῦ σωτῆρος ἡμῶν προγνώσεως, ἥ καταλλήλως τοῖς τὰς οἰκοδομὰς ἐκπεπληγμέλίθον λἀκαθαίρετος. δεῖν γὰρ διὰ τὰ τολμηθησόμενα τοῖς οἰκήτορσι παντελῆ φθορὰν καὶ ἐρημίαν τὸν τόπον ὑπομεῖναι, ἅτε δὴ ἀσεβῶν ἀνδρῶν γενόμενον οἰκητήριον. ὅπως δὲ τὰ τῆς προρρήσεως εἰς ἔργα προκεχώρηκεν ὅ τε πᾶς νεὼς καὶ ὁ περίβολος τά τε ἐν αὐτῷ σεμνὰ καὶ περικαλλῆ ἱδρύματα πάντα λόγον καλύπτοντα ἐρημίαν ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπέμεινεν αὔξει τε κατὰ χρόνους καὶ ἐπινέμεται ᾑ τοῦ λόγου δύναμις, ὡς μηδὲ ἴχνος θεμελίων ἔν τισι φαίνεσθαι τοποις, ἔξεστι τῷ βουλομένῳ παραλαμβάνειν ὀφθαλμοῖς. εἰ δὲ φαίη τις ἀφανισμὸν ὁσημέραι τῆς ἐρημίας αὐξούσης καὶ τῆς εἰρημένης προρσας ἑρμηνευσάντων τὴν προκειμένην φωνὴν ἑτέρως. μὴ γὰρ περὶ πάντων τῶν οἰκοδομημάτων εἰρῆσθαι ἀλλὰ περί τινος μέρους, ὅ δὴ οἱ μαθηταὶ αὐτοῦ θαυμάζοωτες ἐπεδείκνυον αὐτῷ. Κατ’ ἐχείνου γὰρ ἐξενηνοχέναι αὐτὸν τὴν πρόρρησιν. πάλιν δὲ ἠ τῶν μαθητῶν περὶ αὐτοῦ γσαφὴ ταῦτα διδάσκει ὑπὲρ τῶν τοῦ Τόπου πολιοσχητῶν . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . τὰ μὲν πεςὶ τοῦ ενώ, τὰ δὲ πσοχείμενα πεςὶ τῆς τόλενς αὐτῆς ἐθεσπίζετο, ἤν»θεοῦ πόλιν« ὠνόμαζον οἰ Ἱουδαῖοι διὰ τὸν ἐν αὐτῇ Τοῦ θεοῦ ἱδρυμένον νεών. ἀποκλαίεται δῆτα τὴν σύμπασαν πόλιν ὁ Φιλάνθρωπος, οὐχ οὔτω τὰ οἰκοδομήματα οὐδὲ τοὔδαφος αὐτὸ ὠς Τὰς ψυχὰς τῶν πάλαι οἰχητόρων καὶ τὴν ἀπώλειαν αὐτῶν ἐλεῶν, ἀλλὰ καὶ τὰ τῆς ἐρημίας αὐτῶν αἴτια παρίστησι λέγων, »εἰ ἔγνως καί γε σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ τὰ πρὸς εἰρήνην σιο«. Σημαίνει δὲ τὴν αὐτοῦ παρουσίαν ἐπ’ εἰρήνῃ τοῦ σύμπαντος κόσμου γεγενημένην. Αὐτὸς γὰρ ἠν περὶ οὑ εἴσηται »ἀνατελεῖ ἐν ταῖς ἠμέραις αὐτοῦ δικαιοςὐνη Καὶ πλῆθος εἰρήνης«. ἐληλύθει δὲ εἰς αὐτὸ τοῦτο κηρύξαι «εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακράν«, τοῖς τε παραδεχομένις αὐτόν Φησιν, »εἰρήνην ἀφίημι ὐμῖν, εἰρήνην τὴν ἐμήν δίδωμι ὐμῖν«, ἤντινα Εἰρήνην τὰ καθ’ ὄλης τῆς οἰχουμένης εἰς αὐτὸν πιστεύσαντα ἔθνη Παρεδέξατο. ὁ δὲ ἐκ περιτομῆς λαὸς μὴ πιδτεύσας εἰς αὐτὸν οὐκ ἔγνω τὰ πρὸς εἰρήνην ἐαυτοῦ. Διὸ ἐπιλέγει, »νῦν δὲ ἐκρύβη ἀπὸ ἀπὸ τῶν ὀφθαλμῶν σου, ὄτι ἤξονσιν ἠμέραι ἐπί δε καὶ περιβαλοῦσί σε οἱ ἐχθραοί σου«. τὰ γοῦν μέλλοντα αὐτοὺς κατλήψεσθαι μικρὸν ὔστερον ἐν τῇ κατ’ αὐτῶν πολιορκίᾳ, διὰ τὸ μὴ προσδέξασθαι αὐτοὺς τὴν προκαταυυελθεῖσαν αὐτοῖς εἰρήνην, ἐκρύβη ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. ἐχεῖνοι μὲν οὖν τὰ μετὰ ταῦτα αὐτοῖς συμβησόμενα οὐ προεῖσον, αὐτὸς δὲ αὐτὰ διὰ τῆς προρρήσεως θεσπίζει σαφέστα τὴν ὐπὸ Ῥωμαίων πολιορκίαν καταλαβοῦσαν αὐτοὺς προσημάνας· »ἤξουσι γάρ ἡμέραι ἐπί σε«, ὅτι οὐκ ἔγνως τὰ πρὸς εἰρήνην σοι. διὰ ταύτην γὰρ τὴν αἰτίαν »ἥξουσιν ἡμέραι ἐπί δε καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου καὶ περικυκλώσουσί σε καὶ συνέξουσί σε παντόθεν καὶ ἐδαφιοῦσί σε καὶ τὰ τέκνα σου ἔν σοι,« ὑπογράψας δὲ διὰ τούτων τὸν τρόπον τοῦ κατ’ αὐτῶν γενησομένου πολέμου. ὅπως δὲ ἐπὶ πέρας ἤχθη ταῦτα, πάρεστιν ἀπὸ, τῆς Ἰωσήπου γραφῆς ἀναλέξασθαι, ὃς δὴ Ἰουδαῖος ὢν καὶ τῆς παρ’ αὐτοῖς Ἰουδαϊκῆς φυλῆς γεγονὼς τῶν τε ἐπισήμων καὶ ἐπιφανῶν ἐν τῷ ἔθνει, κατὰ τοὺς χρόνους τῆς πολιορκίας ἕκαστα τῶν πεπραγμένων ἱστόρησε σύμφωνα ταῖς προκειμέναις προρρήσεσι τὰ ἀποτελέσματα παραστήσας. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . διὰ τῶν προκειμένων σημεῖα τοῦ καιροῦ τῆς παντελοῦς ἐρημίας τοῦ τόπου, ἃ δὴ παρίστησι λέγων, »ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων Ἱερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς«. μηδεὶς γάρ, φησί, προσδοκάτω μετὰ τὴν ἐσομένην πολιορκίαν καὶ τὴν ἐπὶ ταύτῃ γενησομένην ἐρημίαν τοῦ τόπου ἑτέραν αὐτῆς ἔσεσθαι ἀνανέωσιν, ὡς ἐπὶ τῶν χρόνων Κύρου τοῦ Περσῶν βασιλέως γέγονε καὶ μετὰ ταῦτα ἐπ’ Ἀντιόχου Ἐπιφανοῦς καὶ πάλιν ἐπὶ Πομπηΐου. πολλάκις γὰρ ἤδη πολιορκίαν ὑπομείνας ὁ τόπος, μείζονος ἠξιώθη μετὰ ταῦτα τιμῆς. ἀλλὰ νῦν τὴν ἐσχάτην τῆς πόλεως ἐρημίαν καὶ τὸν παντελῆ ἀφανισμὸν ἐπελεύσεσθαι αὐτῇ γινώσκετε, ἐπειδὰν »ἴδητε αὐτὴν ὑπὸ στρατοπέδων πολιορκουμένην«. ἐρήμωσιν δὲ τῆς Ἱερουσαλὴμ ὀνομάζει τοῦ ἱεροῦ τὸν ἀφανισμὸν καὶ τῶν ἐν αὐτῷ πάλαι πρότερον κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένων τὴν καθαίρεσιν. μὴ γὰρ δὴ τῆς πόλεως αὐτῆς ἐρημίαν νόμιζε δηλοῦσθαι διὰ τούτων ὡς μηδενὸς ἐν αὐτῇ μηκέτι κατοικήσοντος. ἐπιλέγει δ’ οὖν ἑξῆς ὅτι κατοικηθήσεται ἡ πόλις, οὐ μὴν ὑπὸ Ἰουδαίων, ἀλλ’ ὑπὸ ἐθνῶν ὧδέ πη λέγων, »καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν«. τοιγαροῦν οἶδεν ὅτι κατοικηθήσεται ὑπὸ ἐθνῶν. ἐρήμωσιν δὲ αὐτῆς ἀποκαλεῖ τὸ μηκετι ὑπὸ τῶν οἰκείων μηδὲ κατὰ τὴν νόμιμον λατρείαν συστήσεσθαι αὐτήν. ὅπως δὲ καὶ ταῦτα ἐπληροῦτο, οὐδὲν δεῖ πολλῶν λόγων. πάρεστι γάρ ὑπ’ ὄψεσιν ὁρᾶν Ἰουδαίους μὲμ πάντα τὰ ἔθνη διεσκεδασμένους, ἀλλοφύλους δὲ καὶ ἀλλογενεῖς οὐκήτορας τῆς πάλαι μὲν Ἱερουσαλήμ, νῦν δ’ ἀπὸ τοῦ ποῦ τολιορκητοπῦ Αἰλίου Ἀδριανοῦ Αἰλίας μετωνομασμένης. τὸ γοῦν παράδδοφον τοῦ θεσπόσματος τοῦτ’ ἂν εἴη, ὅτι περὶ Ἰουδδαίων μέν φησιν, »καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν«, περὶ δὲ πῶν ἐθνῶν »καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὐπὸ ἐρνῶν«. ἐκπληκτικὸν δὲ τὸ ἀποτέλεσμα, εἴγε Ἰουδαῖαι πληροῦντες τὴν σύμπασαν ἀνθρώπων οὐκουμένην, ἕς τε καὶ μέκρις Αἰθιόπων χωρῆσαι καὶ Σκυθῶν καὶ αὐτῶν τῶν περάτων τῆς γῆς, ἐν μόνῃ τῇ αὐτῶν πόλει καῖ τῷ πάλαι θρησκευομένῳ παρ’ αὐτοῖς ἡ πόλις καὶ ἀοίκητος, κἂν ὑπενόησέ τις τοῦτο εἶναι τὸ αἴτιον. νῦν δὲ ὑτὸ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τοῦ τόπου κατοικουμένου μόνοις αὐτοῖς ἄβατος τυγχάνει, ὡς μηδ’ ἐξ ἀπόπτου δύνασθαι τὸ πατρῷον αὐτῶν ἔδα φος θεωρεῖν· ἃ δὴ τοπυτον ἀποτετέλεσταιι τὸν τρόπον ἀκολούθωςτῷ φήσαντι κρησμῷ, »ὄτι αἰκμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη καὶ Ἱερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν«. σημαίνει δὲ καὶ τὸν πρὸ τῆς αἰχμαλωσίας πόλεμον εἰπών, »ἔσται γὰρ ἀνάκη ἐπὶ τῆς γῆς καὶ ὀργὴ μεγάλη ἐν τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι μαχαίρας«. ταῖτα δὲ ὅπως κατὰ μέρος ἐπράχθη καὶ ῶς τὰ προηγορευμένα ὑπὸ τοῦ σωτῆρος ἡμῶν τέλους ἔτυκεν ἔργῳ, ἔξεστιν ἀπὸ τῆς ἱστορὀας Φλαυίου Ἰωσήπου μαθεῖν, ὃς καὶ τῆς φησάσης τοῦ σωτῆρος ἡμῶν προρρήσεως, »οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις«, τὸ ἀποτέλεσμα σαφῶς παρίστησι μνημονείσας, ὡς γυναῖκες τὸ ἐαυτῶν βρέρη ὀπτήσασαι πυρὶ διὰ τὴν ὑπερβολὴν τοῦ κατασκόντος λιμοῦ τὴν πόλιν ἔφαγον. ||Α 270r τοῦνον γὰρ αὐτὸν τὸν γενησόμενον ἐν τῇ πόλει λιμὸν προθεωρήσας ὁ σωτήρ, παρῂνει τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ μελλούςῃ κατὸ Ἰουδαίων γενήσεσθαι πολιορκίᾳ μὴ ὡς ἐπ’ ἀσφαλῆ τόπον καὶ φυλαττό- μενον ὑπὸ τοῦ θεοῦ καταξεύγειν ἐπὶ τὴν πόλιν, ὅπερ πεπόνθασιν οἱ πολλοί, ἑκεῖθεν μὲν ἀναχωρεῖν, φεύγειν δὲ εἰς τὰ ὄρη καὶ τοὺς ἐν μέσῳ τῆς Ἰουδαίας ἐκχωρεῖν εἰς τὰ ἔθνη καὶ τοὺς ἐν τῇ χώρᾳ μὴ καταφεύγειν ἐπ’ αὐτὴν ὡς ἐπὶ ὀχυρὸν τόπον. διό φησιν· »καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσελθέτωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὖταί εἰσι τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα «. . . . . .