Ancient Greek · ~5 min
Fragment 13
Eusebius Scr. Eccl. et Theol., De Theophania (Fragmenta) 13
Not analysed yet
ταύτας τὰς συμφορὰς ἀπὸ μυρίων τέθεικα διὰ τὴν θείαν τοῦ δωτῆρος ἡμῶν πρόρρησιν τὴν φήσασαν, »οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις«. ἐπεὶ δὲ καὶ τοῦτο ταῖς προρρήσεσι τοῦ σωτῆρος πρόσκειται, τὸ »ἔσται ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ὀργὴ μεγάλη τῷ λαῷ τούτῳ« ἢ κατὰ τὸν Ματθαῖον »ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐδέποτε γέγονεν ἀπ’ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδ’οὐ μὴ μενηται«, ἐπακοῦσαι καλὸν τοῦ ἱστορικοῦ τούτων αὐτῶν τὰ ἀποτελέσματα ὦδέ πη ἱστοροῦντος· »καθ’ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν ἀδύνατον. δυνελόντι δ’ εἰπεῖν μήτε πόλιν ἀλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν. τὴν μὲν πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δὲ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυθρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν βραςῦνον ἐπὶ τὸν ναὸν τὸ πῦρ. ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτε ἤλγησαν οὔτε ἐδάκρυσαν«. ταῦτα διὰ τὸ »ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵν οὐδέποτε γέγονεν ἀπ’ἀρχῆς κόσμου«, ὅ δή καὶ προρρηθὲν ὑπὸτοῦ σωτῆρος μεμαρτύρηται ὑπὸ τοῦ συγγραφέως μεθ’ ὅλα ἔτη ‘υπὸ σαράκοντα κατὰ τὴν Οὐεσπασιανοῦ Ῥωμαίων αὐτοκρατορίαν πληρωθέν. προστίθησι δὲ ταῖς αὐτοῦ προρρήσεσι ὁ σωτῆρ χρόνον ὁρίζων, μέχρι τίνος ἔσται Ἱερουσαλὴμ πατουμένη ὑπὸ ἐθνῶν. λέγει δ’ oὖν, »ἄχρι οὗ πληρωθῶροὶ ἐθνῶνε«, οὕτω σημάνας τὴν τοῦ βίου συντέλειαν.