Ancient Greek · ~2 min
Διὰ τί ἐπιγράφει τὸ βιβλίον; to Διὰ τί καλεῖται;
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) Διὰ τί ἐπιγράφει τὸ βιβλίον;-Διὰ τί καλεῖται;
Not analysed yet
Ἐπειδὴ οὗτος γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος αὐτοῖς τὴν παρὰ Θεοῦ ἐλπίδα. Ἐπειδὴ τοὺς λόγους τούτους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω, καὶ αἰχμαλωτίσθη ὁ λαός. Ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ, βλέποντες αὐτὰ, συναπαχθῶσι τοῖς σεβομένοις αὐτά.