Ancient Greek · ~4 min
ΙΕΡΕΜΙΑΣ Ο ΤΟΥ ΧΕΛΧΙΟΥ,
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) 1
Not analysed yet
Οὗτος, καθὰ προεῖπον, καὶ Σοφονίας συνεχρόνισαν ἑαυτοῖς· παρέμεινε δὲ οὗτος ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὡς ἐγεννήθη λόγος Κυρίου πρὸς αὐτόν· καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν· προφητεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας· καὶ ἐπὶ τὰ ἔθνη Αἰλὰμ καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος, τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου· καὶ ἐπὶ Βαβυλῶνα· καὶ λόγος, ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδαν, καὶ εἰς οἶκον Ῥηχαβεὶμ, καὶ τῶν υἱῶν Ἰωναδὰβ, τοῖς τε Ἰουδαίοις, τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου· καὶ τοῖς καθημένοις ἐν Μαγδάλῳ καὶ ἐπὶ Ταφνᾶς, καὶ ἐν γῇ Παθουρῆς. Πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραψε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου. Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν.