Ancient Greek · ~3 min
ΗΣΑΙΑΣ ΥΙΟΣ ΑΜΩΣ.
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΗΣΑΙΑΣ ΥΙΟΣ ΑΜΩΣ.
Not analysed yet
Οὗτος καὶ Ὠσηὲ, καθὰ προεῖπον, συνεχρόνησαν ἀλλήλοις· καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεχίου βασιλέων Ἰούδα, γέγονεν· ὅρασιν δὲ ἑωρακὼς προφητεύει κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε· καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστιν εὐαγγελία περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἂν ἐδέξατο δι' ἡμᾶς παθών. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα· κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δαμασκοῦ, ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάραγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔφοδον Σεμναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονίαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν· καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος προσθήκην ἔσχεν ἐτῶν δεκαπέντε. Προφητεύει δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως.