Ancient Greek · ~2 min
ΙΩΝΑΣ, Εʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΙΩΝΑΣ, Εʹ
Not analysed yet
Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευὴ καὶ κηρῦξαι ἐν αὐτῇ, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται ἡ Νινευή. Ἀλλ' Ἰωνᾶς φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς τὸ πλοῖον. Χειμῶνός τε γενομένου ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτου θαλασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνὰν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρας λόγος Κυρίου ἐγένετο πρὸς αὐτόν. Καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευὴ, ἐκεῖνοί τε ἀκούσαντες ἐμετανόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ' αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς γέγονε, καὶ καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ ἐκβληθεὶς ἀβλαβής.