Ancient Greek · ~1 min
ΑΒΔΙΟΥ, Δʹ
Eusebius Scr. Eccl. et Theol., De vitis prophetarum (fragmenta) ΑΒΔΙΟΥ, Δʹ
Not analysed yet
Ὅρασιν ἀπαγγέλλει κατὰ τῆς Ἰδουμαίας, καὶ τοῦ τέλους αὐτῆς· καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμπαροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.