Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1
Not analysed yet
Ἴδοὺ δή σοι, θεῖον ἐπισκόπων χρῆμα, Θεόδοτε ἱερὲ θεοῦ ἄνθρωπε, σὺν θεῷ καὶ σὺν αὐτῷ γε τῷ σωτῆρι ἡμῶν τῷ τοῦ θεοῦ λόγῳ μετὰ τὴν πρώτην Προπαρασκευὴν τῆς Εύαγγελικῆς ὑποθέσεως, ἐν ὅλοις πεντεκαίδεκα συγγράμμασι διαπεπονημένην ἡμῖν, μέγα τοῦτο πρὸς ἡμῶν ἐξανύεται. δέχου δῆτα, ὦ φίλη κεφαλὴ, τὴν αἴτησιν, καὶ ταῖς εὐχαῖς ἡμῖν συμπόνει τὴν Εὐαγγελικὴν Ἀπόδειξιν ἤδη λοιπὸν ἐκ τῶν ἀνέκαθεν παρ’ Ἑβραίοις ἀνακειμένων προρρήσεων παραστήσασθαι πειρωμένοις.