Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2
Not analysed yet
πῶς δὴ καὶ τίνα τρόπον; τοὺς θεοφιλεῖς ἐκείνους, οἶσθα δήπου τοὺς βοωμένους παρὰ τοῖς ἀνδράσι, Μωσέα δὴ λέγω καὶ τοὺς μετ’ αὐτὸν ἐκλάμψαντας θεοπρεπεῖς καὶ τοὺς μακαρίους προφήτας τε καὶ ἱεροφάντας, μάρτυσιν ἀποχρώμενοι ^ἐξ αὐτῶν τ’ ἐπιδεικνύναι προῃρημένοι τὰ μακροῖς ὕστερον αἰῶσιν εἰς φῶς ἐλθόντα, καὶ διὰ τῆς τοῦ σωτῆρος εὐαγγελικῆς ἀποδείξεως πραγματευ- θέντα, τά τεκαθ’ ἡμὰς αὐτοὺς εἰσέτι νῦν πρὸ ὀφθαλ- μῶν συντελούμενα θείῳ πνεύματι προειληφότας, ὡς ἂν παρόντα τὰ μὴ παρόντα καὶ τὰ μηδέπω μηδαμῶς ὄντα ὡς ἐναργῶς ὄντα κατωπτευκότας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοῖς μετέπειτα διὰ γραφῆς τὰ μέλ- λοντά ποτε ἔσεσθαι προμεμηνυκότας ^ὥστε ἤδη καὶ ἑτέρους ἐξ αὐτῶν εἰδέναι τε καὶ γνωρίζειν τὸ μέλλον δύνασθαι, ὁσημέραι τε προσδοκᾶν τῶν λογίων τὰ ἀποτελέσματα