Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1.12
Not analysed yet
ἁρμόσειε δ’ ἂν καὶ παισὶν Ἑλλήνων, εἰ εὐγνωμονοῖεν, διὰ τῆς παραδόξου τῶν μελλόντων προγνώσεως, τῆς τε τῶν πραγμάτων κατὰ τἀς προρρήσεις ἐκβάσεως, ὁμοῦ μὲν τὸ ἔνθεον καὶ ἀψευδὲς τῆς καθ’ ἡμᾶς ἀληθείας ἐπιδεικνυμένη, ὁμοῦ δὲ καὶ τὰς τῶν ψευδηγόρων γλώττας ἐπιστομίζουσα διὰ τῆς λογικω- τέρας ἀποδείξεως, ἧς οὐδαμῶς ἡμῖν οἱ συκοφάνται μετεῖναι διατείνονται, εὖ μάλα ὁσημέραι ταῖς καθ’ ἡμῶν διατριβαῖς κατὰ κράτος ἐπεντριβόμενοι. οὐδὲν γοῦν ἡμᾶς δύνασθαί φασι δι’ ἀποδείξεως παρέχειν, πίστει δὲ μόνῃ προσέχειν ἀξιοῦν τοὺς ἡμῖν προσιόντας.