Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 10
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 10.12-2
Not analysed yet
καὶ δὴ παρῆν τοῖς οἰκείοις ἀγγέλοις, αὐτοῖς δὴ τοῖς πρὶν ἐφεστῶσι τῶν ἐθνῶν, ἐπιθεωρούμενος. οἶ δὲ αὐτίκα τὸν σφῶν βοηθὸν καὶ κύριον εὖ μάλα ἀκριβῶς ἐπιγνόντες περιχαρεῖς προσῆλθον καὶ διηκόνουν αὐτῷ, ὥσπερ ἡ ἱερὰ τοῦ εὐαγγελίου διδάσκει γραφὴ ‟καὶ προσῆλθον ἄγγελοι καὶ διηκόνουν αὐτῷ,” φήσασα· ὅτε καὶ πλῆθος στρατιᾶς οὐρανίου αἰνούντων τὸν θεὸν ἔλεγον ‟δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.”