Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 1-2
Not analysed yet
Τὸν διὰ τῆς εὐαγγελικῆς διδασκαλίας ἅπασιν ἄνθρωποι, προβεβλημένον τῆς ἀληθοῦς εὐσεβείας τρόπον καὶ τὴν ἐν Χριστῷ πολιτείαν διελθὼν έν τῷ πρὸ τούτου συγγράμματι παραστήσας τε καὶ, ὡς οἶμαι, πείσας, ὅτι μηδὲ βουλομένοις δυνατὸν ἦν πᾶσι τοῖς ἔθνεσι κατὰ τὰ Ἰουδαίων νόμιμα ζῆν, αὐθις ἐπὶ τοῦ παρόντος ἄνωθεν ἐπαναλαβὼν τὸν λόγον ἐπάνειμι ἐπὶ τὰς ἐκ τῶν προφητικῶν φωνῶν μαρτυρίας, πρὸς τοὺς ἡμῶν κατηγόρους τῶν ἐκ περιτομῆς δαψιλεστέραν τὴν ἀπόκρισιν ποιησόμενος, ἐπεὶ μηδαμῶς ἡμῖν μετεῖναι ἔφασαν τῶν παρ’ αὐτοῖς ἀναγράπτων ἐπαγγελιῶν· αὐτῶν γὰρ καὶ τοὺς προφήτας γεγονέναι, αὐτοῖς καὶ τὸν Χριστὸν, ὃν δὴ φίλον αὐτοῖς ἀποκαλεῖν σωτῆρα καὶ λυτρωτὴν, κηρύττεσθαι, αὐτοῖς καὶ τὰς ἀναγράπτους ὑποσχέσεις προσδοκᾶν ἀποδοθήσεσθαι· ἡμᾶς δὲ περιττοὺς τούτων ὑπάρχειν, οἷα τὸ γένος ἀλλοφύλους ὄντας, οἷς τὰ χείριστα διὰ πασῶν τῶν προφητειῶν θεσπίζεσθαι.