Ancient Greek · ~2 min
12 to 13
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 12-13
Not analysed yet
ἀλλ’ οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων· εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι. θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσαντο διατάγμασι; πῶς δ’ οὐχὶ ταῖς σώφροσι καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος, ἢ Δράκοντος, ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων, καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα;