Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 14
Not analysed yet
εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ’ ἄλλους εἶναι τοὺς καθ’ ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρα ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς, ὁ Σκύθαις, φέρε, ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθὸν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι, πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας, τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας,