Ancient Greek · ~3 min
15.29 to 15.32
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.29-32
Not analysed yet
τοῦτον γὰρ πάλιν ὁ προφήτης οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς πατρικῆς θεότητος νοητῷ καὶ θεοπρεπεῖ Χριστὸν γεγεννῆσθαι διδάσκει, οὐχ ὑπ’ ἀνθρώπων, ἀλλὰ ἐκτοῦ πατρὸς κεχρισμένον. λέγει δ’ οὖν ἐξ αὐτοῦ προσώπου ‟πνεῦμα πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν καὶ τυφλοῖς ἀνάβλεψιν.” Τοῦτο μὲν οὖν πρῶτον τετηρήσθω, ὡς καὶ Ἡσαΐας τῷ Δαβὶδ παραπλησίως ὃν ἥξειν ἔφησεν εἰς ἀνθρώπους καὶ κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, οὐ σκευαστῷ μύρῳ, ἀλλὰ τῷ τῆς ἀγεννήτου πατρικῆς τε καὶ παναγάθου δυνάμεως Χριστὸν γεγονέναι θεσπίζει. κατά τινα δὲ συνήθειαν προφητικὴν τὸ μέλλον ὁ προφήτης ὡς παρῳχηκὸς ἀναφωνεῖ καὶ ὡς περὶ ἑαυτοῦ τοῦ προφητεύοντος δηλοῖ. Τέως μὲν οὖν ὑπὸ θεοῦ, ἀλλ’ οὐχ ὑπ’ ἀνθρώπων, καὶ πνεύματι θείῳ, ἀλλ’ οὐ σκευαστῷ ἐλαίῳ χριομένους, τοὺς κατὰ τὸν ἀληθῆ λόγον Χριστοὺς ὀνομαζομένους ἔγνωμεν.