Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.33
Not analysed yet
καιρὸς δὲ συνιδεῖν ὅτι καὶ θείαν τινὰ δύναμιν κρείττονα ἢ κατ’ ἀνθρώπου φύσιν τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ τυγχάνειν ὁ παρ’ π Ἑβραίοις ἐπίσταται λόγος. ἄκουε δ’ οὖν αὖθις τοῦ Δαβὶδ αἰώνιόν τινα ἱερέα τοῦ θεοῦ φάσκοντος εἰδέναι, κύριόν τε αὐτοῦ τοῦτον ἀναγορεύοντος, καὶ δύνθρονον εἶναι τοῦ ἀνωτάτου θεοῦ ὁμολογοῦντος ἐν ἑκατοστῷ καὶ ἐνάτῳ Ψαλμῷ, καθ’ ὃν ὁδέ πώς φησιν ‟εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῦ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεως σου, ἐν τῇ λαμπρότητι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος, καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεi” 34, Καὶ θέα γε ὡς ἐν τούτοις Δαβὶδ, βασιλεὺς ὢν τοῦ παντὸς Ἑβραίων ἔθνους καὶ πρὸς τῇ βασιλείᾳ θείῳ πνεύματι κεκοσμημένος, τοιοῦτόν τινα μέγαν καὶ ὑπερφυῶς θαυμάσιον τὸν πρὸς αὐτοῦ δηλούμενον καὶ τῷ πνεύματι θεωρούμενον συνεῖδεν, ὡς κύριον αὐτὸν ἑαυτοῦ προσειπεῖν. ‟εἶπε γὰρ (φησὶ) κύριος τῷ κυρίῳ μου.”