Ancient Greek · ~4 min
15.35 to 15.38
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.35-38
Not analysed yet
ἀλλὰ καὶ αἰώνιον αὐτὸν ἀρχιερέα οἶδεν, καὶ ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ σύνθρονον τοῦ ἐπὶ πάντων θεοῦ, καὶ γέννημα αὐτοῦ· δίχα δὲ χρίσεως ἀδύνατον ἦν παρ’ Ἑβραίοις ἱερᾶσθαι τῷ θεῷ, διόπερ καὶ Χριστοὺς ὀνομάζειν αὐτοὺς πάντας ἦν αὐτοῖς φίλον. Χριστὸς ἄρα καὶ ὁ ἐν τῷ Ψαλμῷ δηλούμενος ἱερεὺς εἴη ἄν. πῶς γὰρ ἐμαρτυρήθη ἱερεὺς εἶναι μὴ οὐχὶ πρότερον Χριστὸς γεγονώς; ἀλλὰ καὶ εἰς τὸν αἰῶνα λέγεται ἱερᾶσθαι. τοῦτο δ’ οὐκέτ’ ἀνθρωπείᾳ φύσει ἐφαρμόττοι ἄν. οὐ γὰρ ἀν- θρώπου τὸ διαιωνίζειν, ἐπειδὴ θνητὸν καὶ ἐπίκηρον τὸ καθ’ ἡμᾶς γένος. κρείττων ἄρα τις ἢ κατ’ ἄνθρωπον ὁ δηλούμενος ἦν ἐν τούτοις ἱερεὺς τοῦ θεοῦ μετὰ ὅρκου διαβεβαιώσεως διαρκῆ καὶ ἄπειρον τὴν ἱερωσύνην παρὰ τοῦ θεοῦ δεδεγμένος. ‟ὢμοσε γὰρ φησὶ) κύριος, καὶ οὐ μεταμεληθήσεται. σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.” ἐπειδὴ γὰρ τὸν Μελχισεδὲκ ὁ Μώσης ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου γεγονέναι ἱστορεῖ, οὐ μύρῳ σκευαστῷ κεχρισμένον, πολὺ πρότερόν τε τῆς κατ’ αὐτὸν νομοθεσίας γενόμενον ἱερέα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ κατὰ πολὺ κρείττονα τὴν ἀρετὴν τοῦ βεβοημένου Ἀβραάμ·