Ancient Greek · ~2 min
15.49 to 15.50
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.49-50
Not analysed yet
οἷς ἑξῆς ἐπιλέγει ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.” Σκόπει δ’ οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ Ψαλμοῦ προγραφὴν ὑπὲρ τοῦ ἀγαπητοῦ τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ εἰς σύνεσιν τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων ‟εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ.”