Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.51
Not analysed yet
Τίνας δὲ ἄλλους εἴποις ἂν εἶναι τοὺς ἀλλοιωθησομένους ὑπὲρ ὧν ὁ Ψαλμὸς εἴρηται ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου, μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ Ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ’ οὖν ἐπαπορήσαις τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὑ ἐν τῷ Ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων ‟ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.” εἴποι δ’ οὖν ἄν τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων ‟ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.”