Ancient Greek
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 15
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 15.52
Not analysed yet
τὸ δ’ ‟ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἂν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ’ οὐ κατὰ προβολὴν, ἢ κατὰ διαίρεσιν, ἢ τομὴν, ἢ μειῶσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας.