Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 16
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 16.10
Not analysed yet
ὅλος δὲ ὁ Ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. ἐπειδὴ γὰρ δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ’ ἡμῶν πολέμους, εἴτε ὁρατοὺς εἴτε καὶ ἀοράτους, ἀμυνομένῳ. διὸ καί φαμεν ἡμεῖς πρὸς αὐτὸν ἀπὸ τοῦ Ψαλμοῦ οὕτως ἔχοντα ‟ἐπακούσαι σου κύριος ἐν ἡμέρᾳ θλίψτώς σου, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ θεοῦ Ἰακώβ. ἐξαποστείλαι σοι βοήθειαν ἑ ’ξ ἁγίου, καὶ ἐκ Σιῶν ἀντιλάβοιτό σου.”