Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2-2
Not analysed yet
πρὸς δὴ οὖν ταῦτα, φέρε, ἐξ αὐτῶν τῶν παρ’ αὐτοῖς προφητικῶν βίβλων τὴν πρὸς αὐτοὺς ἀπάντησιν ποιησώμεθα. τὸ μὲν οὖν παρ’ αὐτοῖς ἐπηγγέλθαι τὸν Χριστὸν τοῦ θεοῦ, καὶ τὴν ἄφιξιν αὐτοῦ λύτρωσιν τῷ Ἰσραὴλ κηρύττειν, οὐδ’ ἂν ἡμεῖς ἀρνη- θείημεν, ὁμολογουμένως διὰ πάσης αὐτῶν γραφῆς προδήλως τούτου παρισταμένου ’τοῦ γε μὴν ἀπο- κλείειν τὰ ἔθνη τῶν ἐπὶ τῷ Χριστῷ προσδοκωμένων ἀγαθῶν, ὡς ἂν μόνῳ τῷ Ἰσραὴλ, οὐχὶ δὲ καὶ τοῖς ἔθνεσιν ἐπηγγελμένων, οὐκέτι δίκαιον αὐτοῖς συγχωρεῖν παρὰ τὴν τῶν θείων γραφῶν τοῦτο φάσκουσι μαρτυρίαν.