Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.33
Not analysed yet
Εἰ δὴ μηδεὶς ἄλλος πώποτε τῶν ἐκ περιτομῆς ἀρχόντων καὶ βασιλέων κύριος ἐθνῶν πολλῶν κατέστη, οὐδεμία γὰρ ἱστορία δηλοῖ τοῦτο) βοᾷ δὲ καὶ κέκραγεν ἡ ἀλήθεια ἐπὶ μόνου τοῦ σωτῆρος ἡμῶν, ὅτι δὴ κύριον αὐτὸν καὶ οὐκ αὐτὸ μόνον τοῖς χείλεσι, διαθέσει δὲ γνησιωτάτῃ μυρία πλήθη ἐξ ἀπάντων τῶν ἐθνῶν ὁμολογεῖ, τί δή ποτε ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἷναι φάσκειν τὸν προφητευόμενον; ὅτι δὲ Μώσης ταῦτα οὐκ ἀπεριορίστως προλέγει, οὐδ’ εἰς ἄπειρον καὶ ἀπερίμετρον χρόνον ἐπισκιάζων τὴν πρόρρησιν, εὖ μάλα δὲ ἀκριβῶς τὴν τῶν προφητευομένων ἔκβασιν χρόνοις ὡρισμένοις περιγράφων, ἄκουε οἶα καὶ περὶ τούτου θεσπίζει ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἴως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.”