Ancient Greek · ~5 min
2.34 to 2.38
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 2.34-38
Not analysed yet
Δί’ ὧν οὐ διαλείψειν ἑξῆς καὶ κατὰ διαδοχὴν ἡγουμένους καὶ ἄρχοντας ἐκ τοῦ Ἰουδαίων ἔθνους μέχρι τῆς τοῦ προσδοκωμένου παρουσίας ἀποφαίνεται, διαλιπόντων δὲ τῶν παρ’ αὐτοῖς ἀρχόντων παρέσεσθαι τὸν προφητευόμενον. Ἰούδαν δὲ νῦν οὐ τὴν φυλὴν ὀνομάζει, ἀλλ’ ἐπεὶ κατά τινα προσωνυμίαν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀπὸ βασιλικῆς φυλῆς τῆς Ἰούδα τὸ πᾶν Ἰουδαίων ἔθνος ἐχρημάτιζεν ὡς καὶ εἰς σήμερον Ἰουδαίους ὀνομάζεσθαι, σφόδρα θαυμαστῶς καὶ προφητικῶς τὸ πὰν ἔθνος Ἰουδαίων ὠνόμασεν, ὥσπερ οὖν καὶ ἡμεῖς Ἰουδαίους προσαγορεύομεν. εἶτά φησι μὴ πρότερον ἐκλείψειν ἐκ τοῦ ἔθνους αὐτῶν ἄρχοντας καὶ ἡγουμένους ἢ παρεῖναι τὸν προφητευόμενον· τούτου δὲ ἐπιστάντος καταλυθήσεσθαι μὲν αὐτίκα τὴν Ἰουδαίων ἀρχὴν, αὐτὸν δὲ οὐκ ἔτι Ἰουδαίων, ἐθνῶν δὲ ἔσεσθαι προσδοκίαν. καὶ τοῦτο δὲ ἐπὶ μὲν τῶν προφητῶν οὐκ ἂν δύναιο ἐφαρμόζειν, ἐπὶ δὲ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν. ἅμα τε γὰρ αὐτὸς εἰς ἀνθρώπους παρῆν καὶ τὸ Ἰουδαίων καθῄρητο βασίλειον· ἐκλελοίπει δὲ παραχρῆμα ὁ ἐκ προγόνων διαδοχῆς ἄρχων αὐτῶν καὶ ὁ κατὰ νόμους τοὺς οἰκείους ἡγούμενος, Αὐγούστου τότε πρώτου Ῥωμαίων μοναρχήσαντος, Ἡρώδου τε ἐξ ἀλλοφύλων ἐθνῶν βασιλέως αὐτῶν καταστάντος. καὶ οἷ μὲν ἐκλελοίπεσαν, ὁ δὲ προσδοκία τῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐθνῶν κατὰ τὴν θείαν πρόρρησιν ἀναπέφανται, ὡς καὶ εἰσέτι νῦν πάντας τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς αὐτὸν πεπιστευκότας τῆς κατὰ θεὸν αὐτῶν προσδοκίας τὴν ἐλπίδα ἐπ’ αὐτῷ τίθεσθαι.