Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 29
Not analysed yet
σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾶν κεκαθαρμέναις καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ θεῖον ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνοὺς, ἐπί τε αἶγας καὶ ἄλλα ζῷα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι μυσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γάλων καί τινων ἄλλων τοιουτοτρόπων, δι’ ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἶ θαυμάσιοι τὸν ἐπὶ πάντων θεὸν ἐκφαίνειν ὑπειλήφασι.