Ancient Greek · ~3 min
30 to 31
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 30-31
Not analysed yet
τοῦτο δ’ ἀνδρῶν ἢν μὴ συνεωρακότων θεοῦ φύσιν, μηδέ γε θείου πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζῴοις, ἀλλ’ οὐδ’ έν λογικοῖς ἅπασιν, εἰ μή ποτε **ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἴους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας· οὓς τοῦ θείου πνεύματος φαμὲν ἀξιωθῆναι, μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων. εἰ δέ ποτ’ αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν, καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν, ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσι παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἷ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τόν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφήτων οἰκείων.