Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3
Not analysed yet
ποῖα δὲ ταῦτα; μυρία μὲν ἂν εἴη, καὶ ἄλλα παντοῖά τε καὶ περὶ πάντων, κοινῶν τε καὶ τῶν ἀνὰ μέρος, καθ’ ἕκαστόν τε ἄνδρα καὶ περὶ τῶν καθόλου, ἰδίως τε ἀμφὶ τῶν καθ’ Ἐβραίους π· ραγ- μάτων, καὶ αὖ πάλιν περὶ τῶν ἔξωθεν ἐθνῶν, οἶον δὴ πόλεων ἀναστάσεις, καιρῶν τε ἀλλαγὰς καὶ πραγ- μάτων μεταβολὰς, μελλόντων τε ἀγαθῶν παρουσίας, καὶ τῶν ἐναντίων ἐπιφορὰς, ἀνδραποδισμοὺς ἐθνῶν, πόλεων πολιορκίας, τῶν καθόλου βασιλείων μεταστά- μεταστάσεις τε καὶ καταστάσεις καὶ ἄλλα μυρία περὶ τῶν ἔσεσθαι μακροῖς ὕστερον χρόνοις μελλόντων προεκή- ρυττον.