Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ TΕΤΑΡΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 3.8-3
Not analysed yet
ἀγεννήτου τοιγαροῦν καὶ ἀιδίου φωτὸς ὄντος ἑνὸς, πῶς ἂν γένοιτο ἄλλο οἷά τις εἰκὼν, οὐχὶ δὲ καὶ αὐγὴ οὖσα φῶς κατὰ πάντα τὸ ἐμφερὲς τῷ πρωτοτύπῳ σώζουσα; πῶς δ’ ἂν καὶ αὐτοῦ τοῦ ἑνὸς εἴη εἰκὼν, εἰ μὴ μία καὶ ἡ αὐτὴ οὖσα ; ὅπως μὴ μόνον τῆς οὐσίας τοῦ πρώτου ^ἀλλὰ καὶ τοῦ κατὰ τὸ ποσὸν ἀριθμοῦ τὴν ὁμοίωσιν ἐπάγοιτο, ὥσθ’ ἑνὸς εἶναι τοῦ ἀι· δίου φωτὸς ἕν τὸ τέλειον, ἀλλ’ οὐ διά- φορα καὶ πολλὰ τὸ πρῶτον καὶ μονογενὲς ἔκγονον, αὐτὸ δὴ ἐκεῖνο τὸ καὶ ἡμῖν πρῶτον μετὰ τὴν ἄναρ- χον καὶ ἀγέννητον οὐσίαν θεολογούμενον τέλειον ἀγα- θόν.