Ancient Greek · ~2 min
35 to 36
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 35-36
Not analysed yet
χρὴ δὲ μὴ ἀγνοεῖν ὅτι οἶ μὲν θεῖοι χρησμοὶ πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασι, τοῦ δυσθεωρήτου χάριν ἑβδομήκοντα δ’ οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἶς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον. εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκδόσεις, αἷς φίλον εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι, παραιτησόμεθα· ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. τούτων ἡμῖν πεπροοιμιασμένων καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψόμεθα.