Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter praef
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 34
Not analysed yet
καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι’ αὐτοῦ συνέστηκε.” κεκληται καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία. αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρὰ Ἑβραίοις γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη.