Ancient Greek · ~2 min
4.24 to 4.25
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.24-25
Not analysed yet
ἄλλος δέ τις βασιλικὸς ἀνὴρ κακῶς ἔχοντα τὸν παῖδα προσ- πεσὼν τῷ Ἰησοῦ παραχρῆμα σῶον ἀπελάμβανεν· καὶ θυγατέρα πάλιν ἄλλος, Ἰουδαίων δὲ ἀρχισυνά- γωγος ἦν, ἀλλ’ οὗτος ἤδη καὶ θανοῦσαν. τί δεῖ λέγειν ὡς τεταρταῖος ἄλλος δυνάμει τοῦ Ἰησοῦ νεκρὸς ἠγείρετο ; ἢ ὡς ἐπὶ θαλάττης, οἷα ἐπὶ λεωφόρου γῆς, τὰς πορείας ἤνυεν ποιούμενος, τῶν αὐτοῦ μαθητῶν ἐμπλεόντων, καὶ ὡς χειμασθέντων ἐπετίμησε τῇ θα- λάσσῃ καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις, καὶ πάντα γε ἔστη παραχρῆμα, οἷα δεσπότου φωνὴν καταπτή- ξαντα;