Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.26
Not analysed yet
πέντε δὲ χιλιάδας ἀνδρῶν συνεπιπαρόν- τος μυρίου ἄλλου γυναικῶν τε καὶ παίδων πλήθους ἐκ πέντε τὸν ἀριθμὸν ἄρτων εἰς κόρον πληρώσας, ὡς καὶ περιττὰ τοσαῦτα, ὅσα ἱκανὰ ἦν πληρῶσαι δώδεκα κοφίνους λαβεῖν, τίνα οὐκ ἂν ἐκπλήξειεν ^καὶ ἐπὶ ζήτησίν γε εἰκότως τῆς κατ’ αὐτὸν ἀπορρήτου δυνά- μεως ἐκκαλέσεται ; ἀλλ’ ἔνα μή μοι τὰ νῦν ὁ λόγος εἰς μακρὸν μῆκος ἐκτείνοιτο, ἐπὶ πᾶσιν ἐκκείσθω ὁ αὐτοῦ θάνατος, οὐ κοινὸς τοῖς λοιποῖς ἀνθρώποις γεγενημένος.