Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 4.27
Not analysed yet
οὐ γὰρ νόσῳ διαφθαρεὶς, ἀλλ’ οὐiδ̀ βρόχῳ ἢ πυρὶ, οὐδὲ μὴν κατ’ αὐτὸ τοῦ σταυ- ῥοῦ τὸ τρόπαιον ὁμοίως τοῖς λοιποῖς κακούργοις ὑπο- τμηθεὶς σιδήρῳ τὰ σκέλη, οὐδὲ ὅλως πρός τινος ἀν- θρώπων παθών τι τῶν ἀναιρεῖν εἰωθότων βίαιον ὑπέμ“νε τελευτὴν, ἀλλ’ ὡς αὐτὸ μόνον ἑκὼν παρε- δίδου τοῖς ἐπιβουλεύουσι τὸ σῶμα ἀνωρθοῦτο μὲν ἀπὸ γῆς αὐτίκα, κἄπειτα ἐπὶ τοῦ ἰκρίου φωνήσας μέγα, καὶ τῷ πατρὶ παρατιθεὶς τὸ πνεῦμα, εἰπὼν αὐτοῖς ῥήμασιν ‘‘πάτερ εἰς χεῖράς σου παρατίθεμαι τὸ πνεῦμά μου,’ οὕτως ἄφετος καὶ ἐλεύθερος αὐτὸς ἀφ’ ἑαυτοῦ τὴν ἐκ τοῦ σώματος ἀναχώρησιν ἐποιεῖτο.