Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 6.41
Not analysed yet
Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν ‘Ιεροσολύμων, τοῦ τ’ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μώσεως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι’ αὐτῆς πάσι τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσ- άγουσα τοὺς προσιόντας αὐτῇ βίον.