Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ TPITON, Chapter 7
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.33
Not analysed yet
τοῦτο δὲ ὅτι μὴ ἀθεεὶ τῇ περὶ τοῦ σωτῆρος ἡμῶν διδασκαλίᾳ συνειςῆλθεν τίς οὐκ ἂν ὁμολογήσειε, διανοηθεὶς ὡς οὐ ῥᾴδιον ἦν τοῖς μαθητοῖς ταῖς αὐτοῦ πορείαν ἐπὶ τῆς ἀλλοδαπῆς στείλασθαι, διεστώτων πρὸς ἄλληλα τῶν ἐθνῶν, καὶ μηδεμιᾶς οὔσης ἐν αὐτοῖς ἐπιμιξίας διὰ τὰς πολλὰς ἐθναρχίας· ὧν περιῃρημένων ἀφύβως ἤδη καὶ ἐπ’ ἀδείας τὸ προκείμενον ἥνυον, τὴν πορείαν αὐτοῖς προεξευμαρίσαντος τοῦ ἐπὶ πάντων θεοῦ, καὶ τοὺς θυμοὺς τῶν κατὰ πόλεις δεισιδαιμόνων φόβῳ τῆς μείζονος ἀρχῆς καταστείλαντος.