Ancient Greek · ~2 min
7.34 to 7.35
Eusebius Scr. Eccl. et Theol., Demonstratio Evangelica 7.34-35
Not analysed yet
λόγισαι γὰρ ὡς εἰ μηδὲν τὸ κωλῦον ἦν τοὺς περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους τῇ τοῦ Χριστοῦ πολεμεῖν διδασκαλίᾳ, πάλαι ἂν ἑώρας κατὰ πόλεις καὶ κατὰ ἀγροὺς ἐμφυλίους στάσεις, διωγμούς τε καὶ πολέμους οὐ τοὺς τυχόντας, εἰ δὴ ἐφ’ ἑαυτοῖς εἶχον οἱ δεισιδαίμονες τὴν ἐπ’ αὐτῶν ἐξουσίαν. νῦν δὲ καὶ τοῦτο δεοῦ τοῦ ἐπὶ πάντων ἔργον ἦν, τὸ μείζονι φόβῳ τῆς ἀνωτάτω ἀρχῆς τοὺς ἐχθροὺς τοῦ οἰκείου λόγου καταδουλῶσαι· προκόπτειν γὰρ αὐτὸν ὁσημέραι καὶ εἰς πάντας ἀνθρώπους αὔξειν βούλεται.