Ancient Greek
Section 3
Eusebius Scr. Eccl. et Theol., Epistula ad Alexandrum Alexandrinum 3
Not analysed yet
ἡ δὲ σὴ ἐπιστολὴ κατηγορεῖ αὐτῶν ὡς ἂν λεγόντων, ὅτι ὁ υἱὸς γέγονεν ὡς ἓν τῶν κτισμάτων. αὐτῶν τοῦτο μὴ λεγόντων, ἀλλὰ σαφῶς διορισαμένων, ὅτι «οὐχ ὡς ἓν τῶν κτισμάτων», ὅρα εἰ μὴ εὐθὺς πάλιν αὐτοῖς ἀφορμὴ δίδοται εἰς τὸ ἐπιλαβέσθαι καὶ διαβάλλειν ὁρμᾶσθαι ὅσα καὶ θέλουσι.