Ancient Greek
Section 4
Eusebius Scr. Eccl. et Theol., Epistula ad Alexandrum Alexandrinum 4
Not analysed yet
πάλιν αὐτοὺς ᾐτιῶ λέγοντας ὅτι «ὁ ὢν τὸν μὴ ὄντα ἐγέννησε». θαυμάζω δέ, εἰ δύναταί τις ἄλλως εἰπεῖν. εἰ γὰρ εἷς ἐστιν ὁ ὤν, δῆλον ὅτι ἐξ αὐτοῦ γέγονε πᾶν ὅ, τι καὶ ἔστι μετ' αὐτόν· εἰ δὲ μὴ μόνος αὐτός ἐστιν ὁ ὤν, ἀλλὰ καὶ ὁ υἱὸς ἦν ὁ ὤν, καὶ πῶς τὸν ὄντα ὁ ὢν ἐγέννησεν; οὕτως γὰρ ἂν δύο εἴη τὰ ὄντα.