Ancient Greek · ~1 min
Section 10
Eusebius Scr. Eccl. et Theol., Epistula ad Caesarienses 10
Not analysed yet
ταύτῃ δὲ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱόν, οὐ μὴν μέρος αὐτοῦ τῆς οὐσίας τυγχάνειν. διόπερ τῇ διανοίᾳ καὶ ἡμεῖς συνετιθέμεθα οὐδὲ τὴν φωνὴν τοῦ ὁμοουσίου παραιτούμενοι τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας.