Ancient Greek
Section 11
Eusebius Scr. Eccl. et Theol., Epistula ad Caesarienses 11
Not analysed yet
Κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ «γεννηθέντα καὶ οὐ ποιηθέντα» κατεδεξάμεθα, ἐπειδὴ τὸ «ποιηθὲν» κοινὸν ἔφασκεν εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων τῶν διὰ τοῦ υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι' αὐτοῦ γενομένοις ἐμφερές, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος.