Ancient Greek · ~2 min
Section 12
Eusebius Scr. Eccl. et Theol., Epistula ad Caesarienses 12
Not analysed yet
Οὕτω δὲ καὶ τὸ «ὁμοούσιον εἶναι τοῦ πατρὸς τὸν υἱὸν» ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως, οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας οὔτε κατὰ ἀποτομήν, ἀλλ' οὐδὲ κατά τι πάθος ἢ τροπὴν ἢ ἀλλοίωσιν τῆς τοῦ πατρὸς οὐσίας τε καὶ δυνάμεως. τούτων γὰρ πάντων ἀλλοτρίαν εἶναι τὴν ἀγένητον τοῦ πατρὸς φύσιν.