Ancient Greek
Section 1
Eusebius Scr. Eccl. et Theol., Epistula ad Euphrationem 1
Not analysed yet
Τῷ δεσπότῃ μου κατὰ πάντα χάριν ὁμολογῶ. Οὐ γὰρ συνυπάρχειν φαμὲν τὸν υἱὸν τῷ πατρί, προϋπάρχειν δὲ τὸν πατέρα τοῦ υἱοῦ. ἐὰν γὰρ συνυπάρχωσι, πῶς ἔσται ὁ πατὴρ πατὴρ καὶ ὁ υἱός; ἢ πῶς ὁ μὲν πρῶτος, ὁ δὲ δεύτερος; καὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητός; δύο γὰρ ἐξ ἴσου ὁμοίως ἀλλήλοις συνυπάρχοντα ἰσότιμα ἂν νοοῖντο καὶ ἤτοι ἄμφω, ὡς ἔφην, ἀγέννητα ἢ ἑκάτερα γεννητά. ἀλλ' οὐδέτερον τούτων ἀληθές· οὔτε γὰρ τὸ ἀγέννητον οὔτε τὸ γεννητὸν <ἀμφότερον> ἂν εἴη. ἀλλὰ τὸ μὲν καὶ πρῶτον καὶ κρεῖττον καὶ τάξει καὶ τιμῇ τοῦ δευτέρου ἡγεῖται, ὡς ἂν καὶ τοῦ εἶναι καὶ τοῦ τοιῶσδε εἶναι τῷ δευτέρῳ αἴτιον γεγενημένον.