Ancient Greek · ~1 min
Section 2
Eusebius Scr. Eccl. et Theol., Epistula ad Euphrationem 2
Not analysed yet
Πλὴν αὐτὸς ὁ πάντων μᾶλλον ἀκριβῶς ἐπιστάμενος υἱὸς τοῦ θεοῦ ἕτερον ἑαυτὸν εἰδὼς τοῦ πατρὸς καὶ μείω καὶ ὑποβεβηκότα, εὖ μάλα εὐσεβῶς τοῦτο καὶ ἡμᾶς διδάσκει λέγων· «ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστι».