Ancient Greek
Section 2
Eusebius Scr. Eccl. et Theol., Fragmenta in Danielem 2
Not analysed yet
Εὐσεβίου Καισαρείας ῥητοῦ προκειμένου, Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. Διεκόπη μὲν ἐν τῇ Βαβυλῶνι ἡ φλὸξ τοῦ πυρὸς διακοπεῖσα τῷ προστάγματι τοῦ Θεοῦ· ἐδέξατο ἐν αὐτῇ ἡδίστην ἀναπνοὴν καὶ ἀναψυχὴν, ὥσπερ ἐν σκιᾷ τινι φυτῶν ἐν εἰρηνικῇ καταστάσει παρεχομένη τοῖς παισίν· ἐγένετο γὰρ, φησὶ, ὡσεὶ πνεῦμα δρόσου διασυρίζον.