Ancient Greek · ~4 min
Section 3
Eusebius Scr. Eccl. et Theol., Fragmenta in Danielem 3
Not analysed yet
Ὡσεὶ Υἱὸς ἀνθρώπου. Εὐσεβίου Καισαρείας. Σαφῶς ἡγοῦμαι δηλοῦσθαι τὴν καθόλου κρίσιν, ὅτε πάντες οἱ ἐξ αἰῶνος ἄνθρωποι παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ· μετὰ δὲ τὴν τῶν τετελευτηκότων ἀναβίωσιν, καὶ μετὰ τὴν κατὰ πάντων κρίσιν, ὁ ἑωραμένος τῷ Δανιὴλ Υἱὸς ἀνθρώπου ἐπιστήσεται ἐπὶ νεφελῶν, τὴν κατὰ πάντων τῶν λαῶν καὶ φυλῶν ὑπὸ τοῦ Πατρὸς ἐξουσίαν, τὴν καὶ βασιλείαν ἀγήρω καὶ ἀτελεύτητον παραληψόμενος· ὡς καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν περὶ ἑαυτοῦ διδάσκει λέγων· Ὅτε δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσεται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς· συνᾴδει γοῦν ταῦτα ταῖς ἐν χερσὶν μαρτυρίαις τῆς τοῦ Δανιὴλ προφητείας, καθ' ἣν λέλεκται· Καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν· καὶ, Ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ, καὶ ἐδόθη αὐτῷ ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ τὰ ἑξῆς.