Ancient Greek · ~5 min
Section 5
Eusebius Scr. Eccl. et Theol., Fragmenta in Danielem 5
Not analysed yet
Καὶ παραλήψονται τὴν βασιλείαν. Εὐσεβίου Καισαρείας. Συμβασιλεύοντες δηλαδὴ καὶ αὐτοὶ τῷ Θεῷ. Τίνες δ' ἂν εἶεν οὗτοι, ἢ οἱ κληρονόμοι τοῦ Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ; οἷς καὶ ἐπήγγελται, τὴν βασιλείαν τῶν οὐρανῶν, βασιλείαν ἐπιστησομένην τὴν μετὰ τέσσαρας βασιλείας, τὰς τῷ προφήτῃ ἑωραμένας, περὶ ὧν ὡς ἐν βραχέσιν ἀρτίως διειλήφαμεν. Ἐντεῦθεν οἶμαι τὸν ἀπόστολον Παῦλον ὁρμᾶσθαι περὶ τῆς δευτέρας ἀφίξεως τοῦ Χριστοῦ γράφοντα τοιάδε· Ὅτι αὐτὸς ὁ Κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ' οὐρανοῦ, καὶ τὰ ἑξῆς. Ὁ δ' αὐτὸς ἀπόστολος καὶ τὴν ὑστάτην τοῦ Ἀντιχρίστου ἄφιξιν τὴν καὶ ἀπώλειαν, καὶ ἐπὶ ταύτῃ τὴν τοῦ Σωτῆρος ἡμῶν ἔνδοξον παρουσίαν ἀκολούθως τῇ προφητείᾳ παρίστησι λέγων· Μήτις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον· ὅτι ἐὰν μὴ ἔλθῃ ἡ ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενα Θεὸν ἢ σέβασμα, ὥστε αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστι Θεός· οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς ταῦτα ἔλεγον ὑμῖν; καὶ τὰ ἑξῆς. Τοσαῦτα ὁ θαυμάσιος Ἀπόστολος ἐν τοῖς περὶ συντελείας τοῦ βίου διεξῆλθε λόγοις, τὰ διὰ τοῦ προφήτου Δανιὴλ περὶ τοῦ Ἀντιχρίστου, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνδόξου βασιλείας τεθεσπισμένα πιστούμενος.