Ancient Greek · ~3 min
Section 6
Eusebius Scr. Eccl. et Theol., Fragmenta in Danielem 6
Not analysed yet
Ἐξολοθρευθήσεται χρίσμα. Εὐσεβίου. Τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτως δὲ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπουδῆς συμβεβηκέναι φήσεις· ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν ἐπιτελουμένης διὰ τὴν εἰς ἔτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν· περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τέλειαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν· αὐτός τε ὢν ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου εἰς θυσίαν πᾶσιν ἀνθρώποις· κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης, τὰ τῆς παλαιᾶς περιῄρετο· ὁμοῦ γὰρ τὸ πληροῦσθαι τὸ φάσκον λόγιον, Καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, τὰ τῆς παλαιᾶς διαθήκης περιῄρετο.