Ancient Greek · ~6 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ε´ ΚΕΦΑΛΑΙΟΝ.
Not analysed yet
Ὁ ἥλιος· ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Καὶ Κύριος ἔβρεξεν ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ. Gen. 19, 23. Οὐκ οἶμαι τινὰ τῶν ἅπαξ πεπιστευκότων ἱερὰς καὶ θεοπνεύστους ὑπάρχειν τὰς ἁγίας γραφὰς εὑρεσιλογεῖν τι εἰς τοὺς τόπους, ἀντιλέγειν πειρώμενον τοῖς περὶ τοῦ Λόγου τοῦ Θεοῦ παραδεδομένοις, ὅτι τε προῆν ὑπόστασιν ἰδίαν ἔχων, καὶ ὅτι πρὸ τῆς ἐνανθρωπήσεως τὰς εἰς ἀνθρώπους οἰκονομίας ἐτέλει· δύο γὰρ κυρίους ἐνταῦθα σαφῶς ἡ γραφὴ παρίστησιν, εἴ γε Κύριος ἔβρεξεν παρὰ Κυρίου. Τὸ δ’ ὅμοιόν ἐστιν εὑρεῖν παρὰ τῷ ἱερῷ ἀποστόλῳ φήσαντι, Δῴη ὁ Κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ· 2 Tim. 1, 16. καὶ Δῴη αὐτῷ εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ2 Tim. 1, 18. . Ἀλλὰ γὰρ ἐν τούτοις περὶ Πατρὸς καὶ Υἱοῦ διαρθροῦν λόγους, τῷ μὲν ἀγενήτῳ καὶ Πατρὶ τῶν ὅλων τὴν κατὰ πάντων καὶ κατ’ αὐτοῦ τοῦ Υἱοῦ κυρίαν τε καὶ αὐθεντείαν ἀνατιθέντας, τῷ δὲ τῷ Λόγῳ τὰ δευτερεῖα μετὰ τὸν Πατέρα τῆς κατὰ πάντων τῶν γεγενημένων ἀρχῆς τε καὶ δεσποτείας ἀπονέμοντας. Δὶς δὲ ἐνταῦθα ὀνομαζομένου τοῦ κυρίου, κατὰ τὸ, ἔβρεξεν Κυρίος παρὰ Κυρίου, δὶς κατὰ τὸ Ἑβραϊκὸν καὶ τὸ τετράγραμμον ἐμφέρεται, ὡς σαφέστατα ἀνομολογεῖσθαι τὸ ἐπὶ δύο προσώπων, δῆλον δ’ ὅτι τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων καὶ τοῦ Λόγου αὐτοῦ, τὴν ἄρρητον ταύτην παραλαμβάνεσθαι σημείωσιν· ὡς μηκέτ’ ἀμφιβόλως ἔχειν, εἴ που ἂν φέροιτο ἡ τοιαύτη ἐπὶ τοῦ Θεοῦ προσηγορία, μὴ μόνον ἐπὶ τῆς ἀγενήτου φύσεως αὐτὴν παραλαμβάνεσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντος Λόγου.