Ancient Greek · ~6 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ϛ´ ΚΕΦΑΛΑΙΟΝ.
Not analysed yet
Ἐν τῇ πρὸς τὸν Ἰακὼβ εὐλογίᾳ ὁ Ἰσαὰκ φησὶ μετά τινα καὶ ταῦτα· καὶ δουλευσάτωσάν σοι ἔθνη· καὶ προσκυνήσουσίν σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσίν σοι υἱοὶ τοῦ πατρός σου. Gen. 27, 29. Τὰ λεγόμενα ὡς πρὸς τὸν Ἰακὼβ οὐ πάνυ τί φαίνεται δύνασθαι ἐπ’ αὐτὸν ἀνάγεσθαι, οὐδὲ μὴν ἐπὶ τὸν ἐξ αὐτοῦ γενόμενον λαὸν τὸν ἐκ περιτομῆς· ποῖα γὰρ ἔθνη καὶ πότε ἐδούλευσεν αὐτῷ; ἢ τίνες ἄρχοντες αὐτῷ προσεκύνησαν; ὡς τίνα δὲ καὶ προσεκύνουν; πότε δὲ καὶ ἐκυρίευσε τοῦ ἀδελφοῦ αὐτοῦ; ἢ τίνες οἱ τοῦ πατρὸς αὐτοῦ υἱοὶ οἱ λεγόμενοι προσκυνήσειν αὐτῷ; Καὶ μὴν οὐχ εὑρίσκεταί γε ὁ Ἰσαὰκ ἑτερόν τινα παρὰ τὸν Ἰακὼβ ἐσχηκὼς ἢ μόνον τὸν Ἠσαῦ· πῶς οὖν πληθυντικῶς εἴρηται τὸ, προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου; Ταῦτα δ’ ἐσημειωσάμεθα διὰ τὸ πολλάκις καὶ Ἰακὼβ τὸν Χριστὸν ἐν ταῖς προφητείαις χρηματίζειν, ὡς ἐν τοῖς οἰκείοις δειχθήσεται τόποις, ὑπονοοῦντες μὴ πῆ καὶ ταῦτα δύναται ταῖς περὶ αὐτοῦ μαρτυρίαις ἁρμόζειν. Ὥσπερ γοὖν καὶ τὰ κατὰ τὸν Ἰσαὰκ εἰς τὸν Χριστὸν μετείληφεν ὁ ἱερὸς ἀπόστολος φήσας, τῷ δὲ Ἁβραὰμ ἐδόθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ· οὐ λέγει καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστιν Χριστὸς,Gal. 3, 16. ὅρα εἰ μὴ τὸν αὐτὸν τρόπον καὶ τὰ ἐνταῦθα ὡς περὶ τοῦ Ἰακὼβ εἰρημένα μᾶλλον ἁρμόζοι ἂν τῷ Χριστῷ, ἅπερ εἰ οὕτως ἔχοι ὁ φιλομαθὴς ἑκάστην λέξιν νόμοις ἀλληγορίας ἐξετάσας εἴσεται.